Νῦν ἄγε δή, ποίην ἀποδώσει Χριστὸς ἀμοιβὴν

οὐ κῦδος; Τιμήν; Καὶ βίον αἰώνιον;

Τοῖς γε πόνοις εἴωθε Θεὸς μὲν ἰσόρροπα δοῦναι

πᾶσιν γὰρ δούλοις ἐστὶ δίκαιος ἑοῖς.

Σκηπτοῦχος βασιλεὺς δὲ γέρας οὐ λήψετ’ ὅμοιον

τοῖς ἄλλοις, κῦδος βέλτιον ὥστε λαβεῖν;

Οὐ γάρ πω ἴσης πᾶς τίς βροτὸς ἔμμορε τιμῆς;

Αὐτῷ γοῦν μέτρῳ ἀντιδίδωσι Θεός,

αὐτῷ γὰρ μέτρῳ, ᾧπερ μετρεῖτε μὲν ἄλλοις

ἀντιμετρηθῆναι χρή, Θεὸς αὐτὸς ἔφη.